Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.450 Joseph. BJ 4.458 (English) >>Joseph. BJ 4.464

4.455 μέση δὲ τῶν δύο ὀρέων χώρα τὸ μέγα πεδίον καλεῖται, ἀπὸ κώμης Γινναβρὶν διῆκον μέχρι τῆς Ἀσφαλτίτιδος. 4.456ἔστι δὲ αὐτοῦ μῆκος μὲν σταδίων χιλίων διακοσίων, εὖρος δʼ εἴκοσι καὶ ἑκατόν, καὶ μέσον ὑπὸ τοῦ Ἰορδάνου τέμνεται λίμνας τε ἔχει τήν τε Ἀσφαλτῖτιν καὶ τὴν Τιβεριέων φύσιν ἐναντίας· μὲν γὰρ ἁλμυρώδης καὶ

-- --

ἄγονος, Τιβεριέων δὲ γλυκεῖα καὶ γόνιμος. 4.457ἐκπυροῦται δὲ ὥρᾳ θέρους τὸ πεδίον καὶ διʼ ὑπερβολὴν αὐχμοῦ περιέχει νοσώδη τὸν ἀέρα· 4.458πᾶν γὰρ ἄνυδρον πλὴν τοῦ Ἰορδάνου, παρὸ καὶ τοὺς μὲν ἐπὶ ταῖς ὄχθαις φοινικῶνας εὐθαλεστέρους καὶ πολυφορωτέρους εἶναι συμβέβηκεν, ἧττον δὲ τοὺς πόρρω κεχωρισμένους. 4.459

Παρὰ μέντοι τὴν Ἱεριχοῦν ἐστι πηγὴ δαψιλής τε καὶ πρὸς ἀρδείας λιπαρωτάτη παρὰ τὴν παλαιὰν ἀναβλύζουσα πόλιν, ἣν Ἰησοῦς Ναυῆ παῖς στρατηγὸς Ἑβραίων πρώτην εἷλε γῆς Χαναναίων δορίκτητον. 4.460ταύτην τὴν πηγὴν λόγος ἔχει κατʼ ἀρχὰς οὐ μόνον γῆς καὶ δένδρων καρποὺς ἀπαμβλύνειν, ἀλλὰ καὶ γυναικῶν γονάς, καθόλου τε πᾶσιν εἶναι νοσώδη τε καὶ φθαρτικήν, ἐξημερωθῆναι δὲ καὶ γενέσθαι τοὐναντίον ὑγιεινοτάτην τε καὶ γονιμωτάτην ὑπὸ Ἐλισσαίου τοῦ προφήτου· γνώριμος δʼ ἦν οὗτος Ἠλία καὶ διάδοχος· 4.461ὃς ἐπιξενωθεὶς τοῖς κατὰ τὴν Ἱεριχοῦν, περισσὸν δή τι φιλοφρονησαμένων αὐτὸν τῶν ἀνθρώπων αὐτούς τε ἀμείβεται καὶ τὴν χώραν αἰωνίῳ χάριτι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.450 Joseph. BJ 4.458 (English) >>Joseph. BJ 4.464

Powered by PhiloLogic